Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.49 | Dem. 45.53 (English) | >>Dem. 45.57 |
45.51οἴομαι τοίνυν αὐτὸν οὐδὲν οὐδαμῇ δίκαιον ἔχοντα λέγειν ἥξειν καὶ ἐπὶ τοῦτο , ὡς ἄτοπον ποιῶ , παραγραφὴν ἡττημένος , τοὺς διαθήκην μαρτυρήσαντας διώκων , καὶ τοὺς δικαστὰς τοὺς τότε φήσειν διὰ τοὺς ἀφεῖναι μεμαρτυρηκότας ἀποψηφίσασθαι μᾶλλον ἢ διὰ τοὺς διαθήκην μαρτυρήσαντας . ἐγὼ δʼ , ὦ ἄνδρες Ἀθηναῖοι , νομίζω πάντας ὑμᾶς εἰδέναι , ὅτι οὐχ ἧττον τὰ πεπραγμένʼ εἰώθατε σκοπεῖν ἢ τὰς ὑπὲρ τούτων παραγραφάς · περὶ δὴ τῶν πραγμάτων αὐτῶν τὰ ψευδῆ καταμαρτυρήσαντες οὗτοί μου , ἀσθενεῖς τοὺς περὶ τῆς παραγραφῆς ἐποίησαν λόγους .
45.52χωρὶς δὲ τούτων ἄτοπον , πάντων τὰ ψευδῆ μαρτυρησάντων , τίς μάλιστʼ ἔβλαψεν ἀποφαίνειν , ἀλλʼ οὐχ ὡς αὐτὸς ἕκαστος ἀληθῆ μεμαρτύρηκε δεικνύναι . οὐ γάρ , ἂν ἕτερον δείξῃ δεινότερʼ εἰργασμένον , ἀποφεύγειν αὐτῷ προσήκει , ἀλλʼ ἂν αὐτὸς ὡς ἀληθῆ μεμαρτύρηκεν ἀποφήνῃ .
ἐφʼ ᾧ τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , μάλιστʼ ἀπολωλέναι δίκαιός ἐστιν οὑτοσὶ Στέφανος , τοῦτʼ ἀκούσατέ μου . δεινὸν μὲν γάρ ἐστιν εἰ καὶ καθʼ ὅτου τις οὖν τὰ ψευδῆ μαρτυρεῖ , πολλῷ δὲ δεινότερον καὶ πλείονος ὀργῆς ἄξιον εἰ κατὰ τῶν συγγενῶν · οὐ γὰρ τοὺς γεγραμμένους νόμους ὁ τοιοῦτος ἄνθρωπος μόνον , ἀλλὰ καὶ τὰ τῆς φύσεως οἰκεῖʼ ἀναιρεῖ .
45.54τοῦτο τοίνυν ἐπιδειχθήσεται πεποιηκὼς οὗτος . ἔστι γὰρ ἡ τούτου μήτηρ καὶ ὁ τῆς ἐμῆς γυναικὸς πατὴρ ἀδελφοί , ὥστε τὴν μὲν γυναῖκα τὴν ἐμὴν ἀνεψιὰν εἶναι τούτῳ , τοὺς δὲ παῖδας τοὺς ἐκείνης καὶ τοὺς ἐμοὺς ἀνεψιαδοῦς . ἆρʼ οὖν δοκεῖ ποτʼ ἂν ὑμῖν οὗτος , εἴ τι διʼ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς , ὅπερ ἤδη πολλοὶ πεποιήκασι , παρʼ αὑτοῦ προῖκʼ ἐπιδοὺς ἐκδοῦναι , ὃς ὑπὲρ τοῦ μηδʼ ἃ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν , καὶ περὶ πλείονος ἐποιήσατο τὸν Φορμίωνος πλοῦτον ἢ τὰ τῆς συγγενείας ἀναγκαῖα ; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω ,
45.53
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.49 | Dem. 45.53 (English) | >>Dem. 45.57 |